Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 30.11 Dem. 30.15 (English) >>Dem. 30.18

30.13ἐν οὐδεμιᾷ γάρ ἐστιν ὑποψίᾳ τὰ δίκαια πάντα ποιήσας. ὥσθʼ οὕτως τοῦ πράγματος ἔχοντος, καὶ τούτων οὐδὲ καθʼ ἓν ὧν εἶπον ὀφείλειν ἀναγκασθέντων, οὐδὲ βουληθέντων ἄν, οὐκ ἔστʼ εἰπεῖν ἄλλην πρόφασιν διʼ ἣν οὐκ ἀπέδοσαν, ἀλλʼ ἀνάγκη ταύτην εἶναι τὴν αἰτίαν, διʼ ἣν δοῦναι τὴν προῖκʼ οὐκ ἐπίστευσαν.

30.14ἐγὼ τοίνυν ὁμολογουμένως οὕτω ταῦτʼ ἐξελέγχων, ὡς οὐδʼ ὕστερον ἀπέδοσαν, οἶμαι ῥᾳδίως ἐπιδείξειν ἐξ αὐτῶν τῶν πεπραγμένων, ὥσθʼ ὑμῖν γενέσθαι φανερόν, ὅτι κἂν εἰ μὴ ἐπὶ τούτοις, ἀλλʼ ἐπὶ τῷ διὰ ταχέων ἀποδοῦναι τἀργύριον εἶχον, οὐκ ἄν ποτʼ ἀπέδοσαν οὐδʼ ἂν προεῖντο· τοιαύτας ἀνάγκας εἶχεν αὐτοῖς τὸ πρᾶγμα. 30.15δύο μὲν γάρ ἐστιν ἔτη τὰ μεταξὺ τοῦ συνοικῆσαί τε τὴν γυναῖκα καὶ φῆσαι τούτους πεποιῆσθαι τὴν ἀπόλειψιν· ἐγήματο μὲν γὰρ ἐπὶ Πολυζήλου ἄρχοντος σκιροφοριῶνος μηνός, δʼ ἀπόλειψις ἐγράφη ποσιδεῶνος μηνὸς ἐπὶ Τιμοκράτους· ἐγὼ δʼ εὐθέως μετὰ τοὺς γάμους δοκιμασθεὶς ἐνεκάλουν καὶ λόγον ἀπῄτουν, καὶ πάντων ἀποστερούμενος τὰς δίκας ἐλάγχανον ἐπὶ τοῦ αὐτοῦ ἄρχοντος. 30.16 δὴ χρόνος οὗτος ὀφειλῆσαι μὲν ἐνδέχεται κατὰ τὰς ὁμολογίας, ἀποδοῦναι δʼ οὐκ ἔχει πίστιν. ὃς γὰρ διὰ ταῦτʼ ἐξ ἀρχῆς ὀφείλειν εἵλετο καὶ τόκον φέρειν, ἵνα μὴ κινδυνεύοι προὶξ μετὰ τῆς ἄλλης οὐσίας, πῶς οὗτος ἂν ἀπέδωκεν ἤδη τὴν δίκην φεύγοντος; ὃς εἰ καὶ τότʼ ἐπίστευσεν, τηνικαῦτʼ ἂν ἀπολαβεῖν ἐζήτησεν. οὐκ ἔνεστι δήπουθεν, ἄνδρες δικασταί.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 30.11 Dem. 30.15 (English) >>Dem. 30.18

Powered by PhiloLogic